Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.197 Joseph. AJ 2.201 (English) >>Joseph. AJ 2.205

2.199τελευτῶσι δʼ αὐτοῦ καὶ οἱ ἀδελφοὶ ζήσαντες εὐδαιμόνως ἐπὶ τῆς Αἰγύπτου. καὶ τούτων μὲν τὰ σώματα κομίσαντες μετὰ χρόνον οἱ ἀπόγονοι καὶ οἱ παῖδες ἔθαψαν ἐν Νεβρῶνι, 2.200τὰ δὲ Ἰωσήπου ὀστᾶ ὕστερον, ὅτε μετανέστησαν ἐκ τῆς Αἰγύπτου οἱ Ἑβραῖοι, εἰς τὴν Χαναναίαν ἐκόμισαν· οὕτως γὰρ αὐτοὺς Ἰώσηπος ἐξώρκισε. τούτων οὖν ἕκαστος ὡς ἔσχε καὶ τίσι πόνοις ἐκράτησαν τῆς Χαναναίας σημανῶ προδιηγησάμενος τὴν αἰτίαν διʼ ἣν τὴν Αἴγυπτον ἐξέλιπον. 2.201

Αἰγυπτίοις τρυφεροῖς καὶ ῥᾳθύμοις πρὸς πόνους οὖσι καὶ τῶν τε ἄλλων ἡδονῶν ἥττοσι καὶ δὴ καὶ τῆς κατὰ φιλοκέρδειαν συνέβη δεινῶς πρὸς τοὺς Ἑβραίους διατεθῆναι κατὰ φθόνον τῆς εὐδαιμονίας. 2.202ὁρῶντες γὰρ τὸ τῶν Ἰσραηλιτῶν γένος ἀκμάζον καὶ διʼ ἀρετὴν καὶ τὴν πρὸς τὸ πονεῖν εὐφυΐαν πλήθει χρημάτων ἤδη καὶ λαμπρούς, κατʼ αὐτῶν αὔξεσθαι τούτους ὑπελάμβανον, ὧν τʼ ἦσαν ὑπὸ Ἰωσήπου τετυχηκότες διὰ χρόνου μῆκος λήθην λαβόντες καὶ τῆς βασιλείας εἰς ἄλλον οἶκον μετεληλυθυίας δεινῶς ἐνύβριζόν τε τοῖς Ἰσραηλίταις καὶ ταλαιπωρίας αὐτοῖς ποικίλας ἐπενόουν. 2.203τόν τε γὰρ ποταμὸν εἰς διώρυχας αὐτοῖς πολλὰς προσέταξαν διατεμεῖν τείχη τε οἰκοδομῆσαι ταῖς πόλεσι καὶ χώματα, ὅπως ἂν εἴργοι τὸν ποταμὸν μὴ λιμνάζειν ἐπεκβαίνοντα, πυραμίδας τε ἀνοικοδομοῦντες ἐξετρύχουν ἡμῶν τὸ γένος, ὡς τέχνας τε παντοίας ἀναδιδάσκεσθαι καὶ τοῖς πόνοις γενέσθαι συνήθεις.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.197 Joseph. AJ 2.201 (English) >>Joseph. AJ 2.205

Powered by PhiloLogic